Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.60 Dem. 19.63 (English) >>Dem. 19.66

19.62 μὲν τοίνυν ὑπῆρχε παρʼ ὑμῶν αὐτοῖς, ταῦτʼ ἐστί, φιλία, συμμαχία, βοήθεια· ὧν δʼ ἔτυχον διὰ τοῦτον τὸν βοηθῆσαι κωλύσαντα ὑμᾶς, ἀκούσατε. λέγε.Ὁμολογία Φιλίππου καὶ Φωκέων

ἀκούετʼ, ἄνδρες Ἀθηναῖοι. “ὁμολογία Φιλίππου καὶ Φωκέων,” φησίν, οὐχὶ Θηβαίων καὶ Φωκέων, οὐδὲ Θετταλῶν καὶ Φωκέων, οὐδὲ Λοκρῶν, οὐδʼ ἄλλου τῶν παρόντων οὐδενός· καὶ πάλινπαραδοῦναι δὲ τὰς πόλεις Φωκέας,” φησί, “Φιλίππῳ,” οὐχὶ Θηβαίοις οὐδὲ Θετταλοῖς οὐδʼ ἄλλῳ οὐδενί. 19.63διὰ τί; ὅτι Φίλιππος ἀπηγγέλλετο πρὸς ὑμᾶς ὑπὸ τούτου ἐπὶ τῇ τῶν Φωκέων σωτηρίᾳ παρεληλυθέναι. τούτῳ δὴ πάντʼ ἐπίστευον, καὶ πρὸς τοῦτον πάντʼ ἐσκόπουν, πρὸς τοῦτον ἐποιοῦντο τὴν εἰρήνην. λέγε δὴ τἀπίλοιπα. καὶ σκοπεῖτε τί πιστεύσαντες τί ἔπασχον. ἆρά γʼ ὅμοιʼ παραπλήσιʼ οἷς οὗτος ἀπήγγελλεν; λέγε.Δόγματα Ἀμφικτυόνων

19.64τούτων, ἄνδρες Ἀθηναῖοι, δεινότερʼ οὐ γέγονεν οὐδὲ μείζω πράγματʼ ἐφʼ ἡμῶν ἐν τοῖς Ἕλλησιν, οἶμαι δʼ οὐδʼ ἐν τῷ πρόσθεν χρόνῳ. τηλικούτων μέντοι καὶ τοιούτων πραγμάτων κύριος εἷς ἀνὴρ Φίλιππος γέγονεν διὰ τούτους, οὔσης τῆς Ἀθηναίων πόλεως, προεστάναι τῶν Ἑλλήνων πάτριον καὶ μηδὲν τοιοῦτον περιορᾶν γιγνόμενον. ὃν μὲν τοίνυν τρόπον οἱ ταλαίπωροι Φωκεῖς ἀπολώλασιν, οὐ μόνον ἐκ τῶν δογμάτων τούτων ἔστιν ἰδεῖν,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.60 Dem. 19.63 (English) >>Dem. 19.66

Powered by PhiloLogic